Antigone

Sophocles

Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.

  1. σαφῆ προκηρύξοντα, καὶ τὸ πρᾶγμʼ ἄγειν
  2. οὐχ ὡς παρʼ οὐδέν, ἀλλʼ ὃς ἂν τούτων τι δρᾷ,
  3. φόνον προκεῖσθαι δημόλευστον ἐν πόλει.
  4. οὕτως ἔχει σοι ταῦτα, καὶ δείξεις τάχα
  5. εἴτʼ εὐγενὴς πέφυκας εἴτʼ ἐσθλῶν κακή.
Ἰσμήνη
  1. τί δʼ, ὦ ταλαῖφρον, εἰ τάδʼ ἐν τούτοις, ἐγὼ
  2. λύουσʼ ἂν ἢ ʼφάπτουσα προσθείμην πλέον;
Ἀντιγόνη
  1. εἰ ξυμπονήσεις καὶ ξυνεργάσει σκόπει.
Ἰσμήνη
  1. ποῖόν τι κινδύνευμα; ποῦ γνώμης ποτʼ εἶ;
Ἀντιγόνη
  1. εἰ τὸν νεκρὸν ξὺν τῇδε κουφιεῖς χερί.
Ἰσμήνη
  1. ἦ γὰρ νοεῖς θάπτειν σφʼ, ἀπόρρητον πόλει;
Ἀντιγόνη
  1. τὸν γοῦν ἐμὸν καὶ τὸν σόν, ἢν σὺ μὴ θέλῃς
  2. ἀδελφόν· οὐ γὰρ δὴ προδοῦσʼ ἁλώσομαι.
Ἰσμήνη
  1. ὦ σχετλία, Κρέοντος ἀντειρηκότος;
Ἀντιγόνη
  1. ἀλλʼ οὐδὲν αὐτῷ τῶν ἐμῶν μʼ εἴργειν μέτα.
Ἰσμήνη
  1. οἴμοι. φρόνησον, ὦ κασιγνήτη, πατὴρ
  2. ὡς νῷν ἀπεχθὴς δυσκλεής τʼ ἀπώλετο,