Antigone

Sophocles

Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.

  1. περισσὰ πράσσειν οὐκ ἔχει νοῦν οὐδένα.
Ἀντιγόνη
  1. οὔτʼ ἂν κελεύσαιμʼ οὔτʼ ἄν, εἰ θέλοις ἔτι
  2. πράσσειν, ἐμοῦ γʼ ἂν ἡδέως δρῴης μέτα.
  3. ἀλλʼ ἴσθʼ ὁποῖά σοι δοκεῖ, κεῖνον δʼ ἐγὼ
  4. θάψω· καλόν μοι τοῦτο ποιούσῃ θανεῖν.
  5. φίλη μετʼ αὐτοῦ κείσομαι, φίλου μέτα,
  6. ὅσια πανουργήσασʼ. ἐπεὶ πλείων χρόνος
  7. ὃν δεῖ μʼ ἀρέσκειν τοῖς κάτω τῶν ἐνθάδε.
  8. ἐκεῖ γὰρ αἰεὶ κείσομαι· σοὶ δʼ, εἰ δοκεῖ,
  9. τὰ τῶν θεῶν ἔντιμʼ ἀτιμάσασʼ ἔχε.
Ἰσμήνη
  1. ἐγὼ μὲν οὐκ ἄτιμα ποιοῦμαι, τὸ δὲ
  2. βίᾳ πολιτῶν δρᾶν ἔφυν ἀμήχανος.
Ἀντιγόνη
  1. σὺ μὲν τάδʼ ἂν προὔχοιʼ· ἐγὼ δὲ δὴ τάφον
  2. χώσουσʼ ἀδελφῷ φιλτάτῳ πορεύσομαι.
Ἰσμήνη
  1. οἴμοι ταλαίνης, ὡς ὑπερδέδοικά σου.
Ἀντιγόνη
  1. μὴ ʼμοῦ προτάρβει· τὸν σὸν ἐξόρθου πότμον.
Ἰσμήνη
  1. ἀλλʼ οὖν προμηνύσῃς γε τοῦτο μηδενὶ