Antigone
Sophocles
Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.
- τούτοις ἐπαυχεῖν καὶ δεδρακυῖαν γελᾶν.
- ἦ νῦν ἐγὼ μὲν οὐκ ἀνήρ, αὕτη δʼ ἀνήρ,
- εἰ ταῦτʼ ἀνατὶ τῇδε κείσεται κράτη.
- ἀλλʼ εἴτʼ ἀδελφῆς εἴθʼ ὁμαιμονεστέρα
- τοῦ παντὸς ἡμῖν Ζηνὸς ἑρκείου κυρεῖ,
- αὐτή τε χἠ ξύναιμος οὐκ ἀλύξετον
- μόρου κακίστου· καὶ γὰρ οὖν κείνην ἴσον
- ἐπαιτιῶμαι τοῦδε βουλεῦσαι τάφου.
- καί νιν καλεῖτʼ· ἔσω γὰρ εἶδον ἀρτίως
- λυσσῶσαν αὐτὴν οὐδʼ ἐπήβολον φρενῶν.
- φιλεῖ δʼ ὁ θυμὸς πρόσθεν, ᾑρῆσθαι κλοπεὺς
- τῶν μηδὲν ὀρθῶς ἐν σκότῳ τεχνωμένων·
- μισῶ γε μέντοι χὤταν ἐν κακοῖσί τις
- ἁλοὺς ἔπειτα τοῦτο καλλύνειν θέλῃ.
- θέλεις τι μεῖζον ἢ κατακτεῖναί μʼ ἑλών;
- ἐγὼ μὲν οὐδέν· τοῦτʼ ἔχων ἅπαντʼ ἔχω.
- τί δῆτα μέλλεις; ὡς ἐμοὶ τῶν σῶν λόγων
- ἀρεστὸν οὐδὲν μηδʼ ἀρεσθείη ποτέ·
- οὕτω δὲ καὶ σοὶ τἄμʼ ἀφανδάνοντʼ ἔφυ.
- καίτοι πόθεν κλέος γʼ ἂν εὐκλεέστερον