Antigone

Sophocles

Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.

  1. αὐτή τε χἠ ξύναιμος οὐκ ἀλύξετον
  2. μόρου κακίστου· καὶ γὰρ οὖν κείνην ἴσον
  3. ἐπαιτιῶμαι τοῦδε βουλεῦσαι τάφου.
  4. καί νιν καλεῖτʼ· ἔσω γὰρ εἶδον ἀρτίως
  5. λυσσῶσαν αὐτὴν οὐδʼ ἐπήβολον φρενῶν.
  6. φιλεῖ δʼ ὁ θυμὸς πρόσθεν, ᾑρῆσθαι κλοπεὺς
  7. τῶν μηδὲν ὀρθῶς ἐν σκότῳ τεχνωμένων·
  8. μισῶ γε μέντοι χὤταν ἐν κακοῖσί τις
  9. ἁλοὺς ἔπειτα τοῦτο καλλύνειν θέλῃ.