Antigone

Sophocles

Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.

  1. φρονεῖν μέγʼ ὅστις δοῦλός ἐστι τῶν πέλας.
  2. αὕτη δʼ ὑβρίζειν μὲν τότʼ ἐξηπίστατο,
  3. νόμους ὑπερβαίνουσα τοὺς προκειμένους·
  4. ὕβρις δʼ, ἐπεὶ δέδρακεν, ἥδε δευτέρα,
  5. τούτοις ἐπαυχεῖν καὶ δεδρακυῖαν γελᾶν.
  6. ἦ νῦν ἐγὼ μὲν οὐκ ἀνήρ, αὕτη δʼ ἀνήρ,
  7. εἰ ταῦτʼ ἀνατὶ τῇδε κείσεται κράτη.
  8. ἀλλʼ εἴτʼ ἀδελφῆς εἴθʼ ὁμαιμονεστέρα
  9. τοῦ παντὸς ἡμῖν Ζηνὸς ἑρκείου κυρεῖ,