Antigone
Sophocles
Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.
- θέλεις τι μεῖζον ἢ κατακτεῖναί μʼ ἑλών;
- ἐγὼ μὲν οὐδέν· τοῦτʼ ἔχων ἅπαντʼ ἔχω.
- τί δῆτα μέλλεις; ὡς ἐμοὶ τῶν σῶν λόγων
- ἀρεστὸν οὐδὲν μηδʼ ἀρεσθείη ποτέ·
- οὕτω δὲ καὶ σοὶ τἄμʼ ἀφανδάνοντʼ ἔφυ.
- καίτοι πόθεν κλέος γʼ ἂν εὐκλεέστερον
- κατέσχον ἢ τὸν αὐτάδελφον ἐν τάφῳ
- τιθεῖσα; τούτοις τοῦτο πᾶσιν ἁνδάνειν
- λέγοιτʼ ἄν, εἰ μὴ γλῶσσαν ἐγκλῄοι φόβος.