Antigone
Sophocles
Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.
- ὅστις γὰρ ἐν πολλοῖσιν ὡς ἐγὼ κακοῖς
- ζῇ, πῶς ὅδʼ οὐχὶ κατθανὼν κέρδος φέρει;
- οὕτως ἔμοιγε τοῦδε τοῦ μόρου τυχεῖν
- παρʼ οὐδὲν ἄλγος· ἀλλʼ ἄν, εἰ τὸν ἐξ ἐμῆς
- μητρὸς θανόντʼ ἄθαπτον ἠνσχόμην νέκυν,
- κείνοις ἂν ἤλγουν· τοῖσδε δʼ οὐκ ἀλγύνομαι.
- σοὶ δʼ εἰ δοκῶ νῦν μῶρα δρῶσα τυγχάνειν,
- σχεδόν τι μώρῳ μωρίαν ὀφλισκάνω.
- δηλοῖ τὸ γέννημʼ ὠμὸν ἐξ ὠμοῦ πατρὸς
- τῆς παιδός. εἴκειν δʼ οὐκ ἐπίσταται κακοῖς.
- ἀλλʼ ἴσθι τοι τὰ σκλήρʼ ἄγαν φρονήματα
- πίπτειν μάλιστα, καὶ τὸν ἐγκρατέστατον
- σίδηρον ὀπτὸν ἐκ πυρὸς περισκελῆ
- θραυσθέντα καὶ ῥαγέντα πλεῖστʼ ἂν εἰσίδοις·
- σμικρῷ χαλινῷ δʼ οἶδα τοὺς θυμουμένους
- ἵππους καταρτυθέντας· οὐ γὰρ ἐκπέλει
- φρονεῖν μέγʼ ὅστις δοῦλός ἐστι τῶν πέλας.
- αὕτη δʼ ὑβρίζειν μὲν τότʼ ἐξηπίστατο,
- νόμους ὑπερβαίνουσα τοὺς προκειμένους·
- ὕβρις δʼ, ἐπεὶ δέδρακεν, ἥδε δευτέρα,