Antigone
Sophocles
Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.
- τοιούσδʼ ἐν ἀνθρώποισιν ὥρισεν νόμους.
- οὐδὲ σθένειν τοσοῦτον ᾠόμην τὰ σὰ
- κηρύγμαθʼ, ὥστʼ ἄγραπτα κἀσφαλῆ θεῶν
- νόμιμα δύνασθαι θνητὸν ὄνθʼ ὑπερδραμεῖν.
- οὐ γάρ τι νῦν γε κἀχθές, ἀλλʼ ἀεί ποτε
- ζῇ ταῦτα, κοὐδεὶς οἶδεν ἐξ ὅτου ʼφάνη.
- τούτων ἐγὼ οὐκ ἔμελλον, ἀνδρὸς οὐδενὸς
- φρόνημα δείσασʼ, ἐν θεοῖσι τὴν δίκην
- δώσειν· θανουμένη γὰρ ἐξῄδη, τί δʼ οὔ;