Antigone
Sophocles
Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.
- καὶ φημὶ δρᾶσαι κοὐκ ἀπαρνοῦμαι τὸ μή.
- σὺ μὲν κομίζοις ἂν σεαυτὸν ᾖ θέλεις
- ἔξω βαρείας αἰτίας ἐλεύθερον·
- σὺ δʼ εἰπέ μοι μὴ μῆκος, ἀλλὰ συντόμως,
- ᾔδησθα κηρυχθέντα μὴ πράσσειν τάδε;
- ᾔδη· τί δʼ οὐκ ἔμελλον; ἐμφανῆ γὰρ ἦν.
- καὶ δῆτʼ ἐτόλμας τούσδʼ ὑπερβαίνειν νόμους;
- οὐ γάρ τί μοι Ζεὺς ἦν ὁ κηρύξας τάδε,
- οὐδʼ ἡ ξύνοικος τῶν κάτω θεῶν Δίκη