Antigone

Sophocles

Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.

  1. κεἰ μὴ σὺ προὐκήρυξας. εἰ δὲ τοῦ χρόνου
  2. πρόσθεν θανοῦμαι, κέρδος αὔτʼ ἐγὼ λέγω.
  3. ὅστις γὰρ ἐν πολλοῖσιν ὡς ἐγὼ κακοῖς
  4. ζῇ, πῶς ὅδʼ οὐχὶ κατθανὼν κέρδος φέρει;
  5. οὕτως ἔμοιγε τοῦδε τοῦ μόρου τυχεῖν
  6. παρʼ οὐδὲν ἄλγος· ἀλλʼ ἄν, εἰ τὸν ἐξ ἐμῆς
  7. μητρὸς θανόντʼ ἄθαπτον ἠνσχόμην νέκυν,
  8. κείνοις ἂν ἤλγουν· τοῖσδε δʼ οὐκ ἀλγύνομαι.
  9. σοὶ δʼ εἰ δοκῶ νῦν μῶρα δρῶσα τυγχάνειν,