Antigone
Sophocles
Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.
- οὐ γὰρ τάφου νῷν τὼ κασιγνήτω Κρέων
- τὸν μὲν προτίσας, τὸν δʼ ἀτιμάσας ἔχει;
- Ἐτεοκλέα μέν, ὡς λέγουσι, σὺν δίκης
- χρήσει δικαίᾳ καὶ νόμου κατὰ χθονὸς
- ἔκρυψε τοῖς ἔνερθεν ἔντιμον νεκροῖς·
- τὸν δʼ ἀθλίως θανόντα Πολυνείκους νέκυν
- ἀστοῖσί φασιν ἐκκεκηρῦχθαι τὸ μὴ
- τάφῳ καλύψαι μηδὲ κωκῦσαί τινα,
- ἐᾶν δʼ ἄκλαυτον, ἄταφον, οἰωνοῖς γλυκὺν
- θησαυρὸν εἰσορῶσι πρὸς χάριν βορᾶς.
- τοιαῦτά φασι τὸν ἀγαθὸν Κρέοντα σοὶ
- κἀμοί, λέγω γὰρ κἀμέ, κηρύξαντʼ ἔχειν,
- καὶ δεῦρο νεῖσθαι ταῦτα τοῖσι μὴ εἰδόσιν
- σαφῆ προκηρύξοντα, καὶ τὸ πρᾶγμʼ ἄγειν
- οὐχ ὡς παρʼ οὐδέν, ἀλλʼ ὃς ἂν τούτων τι δρᾷ,
- φόνον προκεῖσθαι δημόλευστον ἐν πόλει.
- οὕτως ἔχει σοι ταῦτα, καὶ δείξεις τάχα
- εἴτʼ εὐγενὴς πέφυκας εἴτʼ ἐσθλῶν κακή.
- τί δʼ, ὦ ταλαῖφρον, εἰ τάδʼ ἐν τούτοις, ἐγὼ
- λύουσʼ ἂν ἢ ʼφάπτουσα προσθείμην πλέον;