Antigone
Sophocles
Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.
- ψεύδει γὰρ ἡ ʼπίνοια τὴν γνώμην· ἐπεὶ
- σχολῇ ποθʼ ἥξειν δεῦρʼ ἂν ἐξηύχουν ἐγὼ
- ταῖς σαῖς ἀπειλαῖς αἷς ἐχειμάσθην τότε
- ἀλλʼ ἡ γὰρ ἐκτὸς καὶ παρʼ ἐλπίδας χαρὰ
- ἔοικεν ἄλλῃ μῆκος οὐδὲν ἡδονῇ,
- ἥκω, διʼ ὅρκων καίπερ ὢν ἀπώμοτος,
- κόρην ἄγων τήνδʼ, ἣ καθῃρέθη τάφον
- κοσμοῦσα. κλῆρος ἐνθάδʼ οὐκ ἐπάλλετο,
- ἀλλʼ ἔστʼ ἐμὸν θοὔρμαιον, οὐκ ἄλλου, τόδε.