Antigone

Sophocles

Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.

  1. καὶ νῦν, ἄναξ, τήνδʼ αὐτός, ὡς θέλεις, λαβὼν
  2. καὶ κρῖνε κἀξέλεγχʼ· ἐγὼ δʼ ἐλεύθερος
  3. δίκαιός εἰμι τῶνδʼ ἀπηλλάχθαι κακῶν.
Κρέων
  1. ἄγεις δὲ τήνδε τῷ τρόπῳ πόθεν λαβών;
Φύλαξ
  1. αὕτη τὸν ἄνδρʼ ἔθαπτε· πάντʼ ἐπίστασαι.
Κρέων
  1. ἦ καὶ ξυνίης καὶ λέγεις ὀρθῶς ἃ φῄς;
Φύλαξ
  1. ταύτην γʼ ἰδὼν θάπτουσαν ὃν σὺ τὸν νεκρὸν
  2. ἀπεῖπας. ἆρʼ ἔνδηλα καὶ σαφῆ λέγω;
Κρέων
  1. καὶ πῶς ὁρᾶται κἀπίληπτος ᾑρέθη;