Antigone
Sophocles
Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.
- καὶ δυστήνου πατρὸς Οἰδιπόδα,
- τί ποτʼ; οὐ δή που σέ γʼ ἀπιστοῦσαν
- τοῖς βασιλείοισιν ἄγουσι νόμοις
- καὶ ἐν ἀφροσύνῃ καθελόντες;
- ἥδʼ ἔστʼ ἐκείνη τοὔργον ἡ ʼξειργασμένη·
- τήνδʼ εἵλομεν θάπτουσαν. ἀλλὰ ποῦ Κρέων;
- ὅδʼ ἐκ δόμων ἄψορρος εἰς δέον περᾷ.
- τί δʼ ἔστι; ποίᾳ ξύμμετρος προὔβην τύχῃ;
- ἄναξ, βροτοῖσιν οὐδέν ἔστʼ ἀπώμοτον.