Antigone
Sophocles
Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.
- ἀλλʼ εὑρεθείη μὲν μάλιστʼ· ἐὰν δέ τοι
- ληφθῇ τε καὶ μή, τοῦτο γὰρ τύχη κρινεῖ,
- οὐκ ἔσθʼ ὅπως ὄψει σὺ δεῦρʼ ἐλθόντα με·
- καὶ νῦν γὰρ ἐκτὸς ἐλπίδος γνώμης τʼ ἐμῆς
- σωθεὶς ὀφείλω τοῖς θεοῖς πολλὴν χάριν.
- πολλὰ τὰ δεινὰ κοὐδὲν ἀνθρώπου δεινότερον πέλει.
- τοῦτο καὶ πολιοῦ πέραν πόντου χειμερίῳ νότῳ
- χωρεῖ, περιβρυχίοισιν
- περῶν ὑπʼ οἴδμασιν.
- θεῶν τε τὰν ὑπερτάταν, Γᾶν
- ἄφθιτον, ἀκαμάταν, ἀποτρύεται
- ἰλλομένων ἀρότρων ἔτος εἰς ἔτος
- ἱππείῳ γένει πολεύων.
- κουφονόων τε φῦλον ὀρνίθων ἀμφιβαλὼν ἄγει
- καὶ θηρῶν ἀγρίων ἔθνη πόντου τʼ εἰναλίαν φύσιν
- σπείραισι δικτυοκλώστοις,
- περιφραδὴς ἀνήρ·
- κρατεῖ δὲ μηχαναῖς ἀγραύλου
- θηρὸς ὀρεσσιβάτα, λασιαύχενά θʼ
- ἵππον ὀχμάζεται ἀμφὶ λόφον ζυγῶν