Antigone
Sophocles
Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.
- οὔρειόν τʼ ἀκμῆτα ταῦρον.
- καὶ φθέγμα καὶ ἀνεμόεν φρόνημα καὶ ἀστυνόμους
- ὀργὰς ἐδιδάξατο καὶ δυσαύλων
- πάγων ὑπαίθρεια καὶ δύσομβρα φεύγειν βέλη
- παντοπόρος· ἄπορος ἐπʼ οὐδὲν ἔρχεται
- τὸ μέλλον· Ἅιδα μόνον φεῦξιν οὐκ ἐπάξεται·
- νόσων δʼ ἀμηχάνων φυγὰς ξυμπέφρασται.
- σοφόν τι τὸ μηχανόεν τέχνας ὑπὲρ ἐλπίδʼ ἔχων
- τοτὲ μὲν κακόν, ἄλλοτʼ ἐπʼ ἐσθλὸν ἕρπει,
- νόμους γεραίρων χθονὸς θεῶν τʼ ἔνορκον δίκαν,
- ὑψίπολις· ἄπολις ὅτῳ τὸ μὴ καλὸν
- ξύνεστι τόλμας χάριν. μήτʼ ἐμοὶ παρέστιος
- γένοιτο μήτʼ ἴσον φρονῶν ὃς τάδʼ ἔρδει.
- ἐς δαιμόνιον τέρας ἀμφινοῶ
- τόδε· πῶς εἰδὼς ἀντιλογήσω
- τήνδʼ οὐκ εἶναι παῖδʼ Ἀντιγόνην.
- ὦ δύστηνος
- καὶ δυστήνου πατρὸς Οἰδιπόδα,
- τί ποτʼ; οὐ δή που σέ γʼ ἀπιστοῦσαν
- τοῖς βασιλείοισιν ἄγουσι νόμοις