Antigone
Sophocles
Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.
- οὐχ ὑμὶν Ἅιδης μοῦνος ἀρκέσει, πρὶν ἂν
- ζῶντες κρεμαστοὶ τήνδε δηλώσηθʼ ὕβριν,
- ἵνʼ εἰδότες τὸ κέρδος ἔνθεν οἰστέον
- τὸ λοιπὸν ἁρπάζητε, καὶ μάθηθʼ ὅτι
- οὐκ ἐξ ἅπαντος δεῖ τὸ κερδαίνειν φιλεῖν.
- ἐκ τῶν γὰρ αἰσχρῶν λημμάτων τοὺς πλείονας
- ἀτωμένους ἴδοις ἂν ἢ σεσωσμένους.
- εἰπεῖν τι δώσεις ἢ στραφεὶς οὕτως ἴω;
- οὐκ οἶσθα καὶ νῦν ὡς ἀνιαρῶς λέγεις;
- ἐν τοῖσιν ὠσὶν ἢ ʼπὶ τῇ ψυχῇ δάκνει;
- τί δὲ ῥυθμίζεις τὴν ἐμὴν λύπην ὅπου;
- ὁ δρῶν σʼ ἀνιᾷ τὰς φρένας, τὰ δʼ ὦτʼ ἐγώ.
- οἴμʼ ὡς λάλημα δῆλον ἐκπεφυκὸς εἶ.
- οὔκουν τό γʼ ἔργον τοῦτο ποιήσας ποτέ.
- καὶ ταῦτʼ ἐπʼ ἀργύρῳ γε τὴν ψυχὴν προδούς.
- φεῦ·
- ἦ δεινὸν ᾧ δοκῇ γε καὶ ψευδῆ δοκεῖν.
- κόμψευέ νυν τὴν δόξαν· εἰ δὲ ταῦτα μὴ
- φανεῖτέ μοι τοὺς δρῶντας, ἐξερεῖθʼ ὅτι
- τὰ δειλὰ κέρδη πημονὰς ἐργάζεται.