Antigone
Sophocles
Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.
- ἢ τοὺς κακοὺς τιμῶντας εἰσορᾷς θεούς;
- οὔκ ἔστιν. ἀλλὰ ταῦτα καὶ πάλαι πόλεως
- ἄνδρες μόλις φέροντες ἐρρόθουν ἐμοί,
- κρυφῇ κάρα σείοντες, οὐδʼ ὑπὸ ζυγῷ
- λόφον δικαίως εἶχον, ὡς στέργειν ἐμέ.
- ἐκ τῶνδε τούτους ἐξεπίσταμαι καλῶς
- παρηγμένους μισθοῖσιν εἰργάσθαι τάδε.
- οὐδὲν γὰρ ἀνθρώποισιν οἷον ἄργυρος
- κακὸν νόμισμʼ ἔβλαστε. τοῦτο καὶ πόλεις
- πορθεῖ, τόδʼ ἄνδρας ἐξανίστησιν δόμων·
- τόδʼ ἐκδιδάσκει καὶ παραλλάσσει φρένας
- χρηστὰς πρὸς αἰσχρὰ πράγμαθʼ ἵστασθαι βροτῶν·
- πανουργίας δʼ ἔδειξεν ἀνθρώποις ἔχειν
- καὶ παντὸς ἔργου δυσσέβειαν εἰδέναι.
- ὅσοι δὲ μισθαρνοῦντες ἤνυσαν τάδε,
- χρόνῳ ποτʼ ἐξέπραξαν ὡς δοῦναι δίκην.
- ἀλλʼ εἴπερ ἴσχει Ζεὺς ἔτʼ ἐξ ἐμοῦ σέβας,
- εὖ τοῦτʼ ἐπίστασʼ, ὅρκιος δέ σοι λέγω·
- εἰ μὴ τὸν αὐτόχειρα τοῦδε τοῦ τάφου
- εὑρόντες ἐκφανεῖτʼ ἐς ὀφθαλμοὺς ἐμούς,