Antigone

Sophocles

Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.

  1. τέλος δʼ ὅτʼ οὐδὲν ἦν ἐρευνῶσιν πλέον,
  2. λέγει τις εἷς, ὃ πάντας ἐς πέδον κάρα
  3. νεῦσαι φόβῳ προὔτρεψεν· οὐ γὰρ εἴχομεν
  4. οὔτʼ ἀντιφωνεῖν οὔθʼ ὅπως δρῶντες καλῶς
  5. πράξαιμεν. ἦν δʼ ὁ μῦθος ὡς ἀνοιστέον
  6. σοὶ τοὔργον εἴη τοῦτο κοὐχὶ κρυπτέον.
  7. καὶ ταῦτʼ ἐνίκα, κἀμὲ τὸν δυσδαίμονα
  8. πάλος καθαιρεῖ τοῦτο τἀγαθὸν λαβεῖν.
  9. πάρειμι δʼ ἄκων οὐχ ἑκοῦσιν, οἶδʼ ὅτι·
  10. στέργει γὰρ οὐδεὶς ἄγγελον κακῶν ἐπῶν.
Χορός
  1. ἄναξ, ἐμοί τοί, μή τι καὶ θεήλατον
  2. τοὔργον τόδʼ, ἡ ξύννοια βουλεύει πάλαι
Κρέων
  1. παῦσαι, πρὶν ὀργῆς καὶ ʼμὲ μεστῶσαι λέγων,
  2. μὴ ʼφευρεθῇς ἄνους τε καὶ γέρων ἅμα.
  3. λέγεις γὰρ οὐκ ἀνεκτὰ δαίμονας λέγων
  4. πρόνοιαν ἴσχειν τοῦδε τοῦ νεκροῦ πέρι.
  5. πότερον ὑπερτιμῶντες ὡς εὐεργέτην
  6. ἔκρυπτον αὐτόν, ὅστις ἀμφικίονας
  7. ναοὺς πυρώσων ἦλθε κἀναθήματα
  8. καὶ γῆν ἐκείνων καὶ νόμους διασκεδῶν;