Antigone

Sophocles

Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.

  1. πότερον ὑπερτιμῶντες ὡς εὐεργέτην
  2. ἔκρυπτον αὐτόν, ὅστις ἀμφικίονας
  3. ναοὺς πυρώσων ἦλθε κἀναθήματα
  4. καὶ γῆν ἐκείνων καὶ νόμους διασκεδῶν;
  5. ἢ τοὺς κακοὺς τιμῶντας εἰσορᾷς θεούς;
  6. οὔκ ἔστιν. ἀλλὰ ταῦτα καὶ πάλαι πόλεως
  7. ἄνδρες μόλις φέροντες ἐρρόθουν ἐμοί,
  8. κρυφῇ κάρα σείοντες, οὐδʼ ὑπὸ ζυγῷ
  9. λόφον δικαίως εἶχον, ὡς στέργειν ἐμέ.