Antigone
Sophocles
Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.
- πάλος καθαιρεῖ τοῦτο τἀγαθὸν λαβεῖν.
- πάρειμι δʼ ἄκων οὐχ ἑκοῦσιν, οἶδʼ ὅτι·
- στέργει γὰρ οὐδεὶς ἄγγελον κακῶν ἐπῶν.
- ἄναξ, ἐμοί τοί, μή τι καὶ θεήλατον
- τοὔργον τόδʼ, ἡ ξύννοια βουλεύει πάλαι
- παῦσαι, πρὶν ὀργῆς καὶ ʼμὲ μεστῶσαι λέγων,
- μὴ ʼφευρεθῇς ἄνους τε καὶ γέρων ἅμα.
- λέγεις γὰρ οὐκ ἀνεκτὰ δαίμονας λέγων
- πρόνοιαν ἴσχειν τοῦδε τοῦ νεκροῦ πέρι.