Antigone

Sophocles

Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.

  1. ἐκ τῶνδε τούτους ἐξεπίσταμαι καλῶς
  2. παρηγμένους μισθοῖσιν εἰργάσθαι τάδε.
  3. οὐδὲν γὰρ ἀνθρώποισιν οἷον ἄργυρος
  4. κακὸν νόμισμʼ ἔβλαστε. τοῦτο καὶ πόλεις
  5. πορθεῖ, τόδʼ ἄνδρας ἐξανίστησιν δόμων·
  6. τόδʼ ἐκδιδάσκει καὶ παραλλάσσει φρένας
  7. χρηστὰς πρὸς αἰσχρὰ πράγμαθʼ ἵστασθαι βροτῶν·
  8. πανουργίας δʼ ἔδειξεν ἀνθρώποις ἔχειν
  9. καὶ παντὸς ἔργου δυσσέβειαν εἰδέναι.