Antigone

Sophocles

Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.

  1. τοὔργον τόδʼ, ἡ ξύννοια βουλεύει πάλαι
Κρέων
  1. παῦσαι, πρὶν ὀργῆς καὶ ʼμὲ μεστῶσαι λέγων,
  2. μὴ ʼφευρεθῇς ἄνους τε καὶ γέρων ἅμα.
  3. λέγεις γὰρ οὐκ ἀνεκτὰ δαίμονας λέγων
  4. πρόνοιαν ἴσχειν τοῦδε τοῦ νεκροῦ πέρι.
  5. πότερον ὑπερτιμῶντες ὡς εὐεργέτην
  6. ἔκρυπτον αὐτόν, ὅστις ἀμφικίονας
  7. ναοὺς πυρώσων ἦλθε κἀναθήματα
  8. καὶ γῆν ἐκείνων καὶ νόμους διασκεδῶν;
  9. ἢ τοὺς κακοὺς τιμῶντας εἰσορᾷς θεούς;
  10. οὔκ ἔστιν. ἀλλὰ ταῦτα καὶ πάλαι πόλεως
  11. ἄνδρες μόλις φέροντες ἐρρόθουν ἐμοί,
  12. κρυφῇ κάρα σείοντες, οὐδʼ ὑπὸ ζυγῷ
  13. λόφον δικαίως εἶχον, ὡς στέργειν ἐμέ.
  14. ἐκ τῶνδε τούτους ἐξεπίσταμαι καλῶς
  15. παρηγμένους μισθοῖσιν εἰργάσθαι τάδε.
  16. οὐδὲν γὰρ ἀνθρώποισιν οἷον ἄργυρος