Antigone

Sophocles

Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.

  1. κακὸν νόμισμʼ ἔβλαστε. τοῦτο καὶ πόλεις
  2. πορθεῖ, τόδʼ ἄνδρας ἐξανίστησιν δόμων·
  3. τόδʼ ἐκδιδάσκει καὶ παραλλάσσει φρένας
  4. χρηστὰς πρὸς αἰσχρὰ πράγμαθʼ ἵστασθαι βροτῶν·
  5. πανουργίας δʼ ἔδειξεν ἀνθρώποις ἔχειν
  6. καὶ παντὸς ἔργου δυσσέβειαν εἰδέναι.
  7. ὅσοι δὲ μισθαρνοῦντες ἤνυσαν τάδε,
  8. χρόνῳ ποτʼ ἐξέπραξαν ὡς δοῦναι δίκην.
  9. ἀλλʼ εἴπερ ἴσχει Ζεὺς ἔτʼ ἐξ ἐμοῦ σέβας,
  10. εὖ τοῦτʼ ἐπίστασʼ, ὅρκιος δέ σοι λέγω·
  11. εἰ μὴ τὸν αὐτόχειρα τοῦδε τοῦ τάφου
  12. εὑρόντες ἐκφανεῖτʼ ἐς ὀφθαλμοὺς ἐμούς,
  13. οὐχ ὑμὶν Ἅιδης μοῦνος ἀρκέσει, πρὶν ἂν
  14. ζῶντες κρεμαστοὶ τήνδε δηλώσηθʼ ὕβριν,
  15. ἵνʼ εἰδότες τὸ κέρδος ἔνθεν οἰστέον
  16. τὸ λοιπὸν ἁρπάζητε, καὶ μάθηθʼ ὅτι
  17. οὐκ ἐξ ἅπαντος δεῖ τὸ κερδαίνειν φιλεῖν.