Antigone

Sophocles

Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.

  1. εἷς γάρ τις ἦν ἕκαστος οὑξειργασμένος,
  2. κοὐδεὶς ἐναργής, ἀλλʼ ἔφευγε μὴ εἰδέναι.
  3. ἦμεν δʼ ἕτοιμοι καὶ μύδρους αἴρειν χεροῖν
  4. καὶ πῦρ διέρπειν καὶ θεοὺς ὁρκωμοτεῖν,
  5. τὸ μήτε δρᾶσαι μήτε τῳ ξυνειδέναι
  6. τὸ πρᾶγμα βουλεύσαντι μηδʼ εἰργασμένῳ.
  7. τέλος δʼ ὅτʼ οὐδὲν ἦν ἐρευνῶσιν πλέον,
  8. λέγει τις εἷς, ὃ πάντας ἐς πέδον κάρα
  9. νεῦσαι φόβῳ προὔτρεψεν· οὐ γὰρ εἴχομεν
  10. οὔτʼ ἀντιφωνεῖν οὔθʼ ὅπως δρῶντες καλῶς
  11. πράξαιμεν. ἦν δʼ ὁ μῦθος ὡς ἀνοιστέον
  12. σοὶ τοὔργον εἴη τοῦτο κοὐχὶ κρυπτέον.
  13. καὶ ταῦτʼ ἐνίκα, κἀμὲ τὸν δυσδαίμονα
  14. πάλος καθαιρεῖ τοῦτο τἀγαθὸν λαβεῖν.
  15. πάρειμι δʼ ἄκων οὐχ ἑκοῦσιν, οἶδʼ ὅτι·
  16. στέργει γὰρ οὐδεὶς ἄγγελον κακῶν ἐπῶν.
Χορός
  1. ἄναξ, ἐμοί τοί, μή τι καὶ θεήλατον