Antigone
Sophocles
Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.
- τὸ μήτε δρᾶσαι μήτε τῳ ξυνειδέναι
- τὸ πρᾶγμα βουλεύσαντι μηδʼ εἰργασμένῳ.
- τέλος δʼ ὅτʼ οὐδὲν ἦν ἐρευνῶσιν πλέον,
- λέγει τις εἷς, ὃ πάντας ἐς πέδον κάρα
- νεῦσαι φόβῳ προὔτρεψεν· οὐ γὰρ εἴχομεν
- οὔτʼ ἀντιφωνεῖν οὔθʼ ὅπως δρῶντες καλῶς
- πράξαιμεν. ἦν δʼ ὁ μῦθος ὡς ἀνοιστέον
- σοὶ τοὔργον εἴη τοῦτο κοὐχὶ κρυπτέον.
- καὶ ταῦτʼ ἐνίκα, κἀμὲ τὸν δυσδαίμονα