Antigone
Sophocles
Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.
- τί φής; τίς ἀνδρῶν ἦν ὁ τολμήσας τάδε;
- οὐκ οἶδʼ· ἐκεῖ γὰρ οὔτε του γενῇδος ἦν
- πλῆγμʼ, οὐ δικέλλης ἐκβολή. στύφλος δὲ γῆ
- καὶ χέρσος, ἀρρὼξ οὐδʼ ἐπημαξευμένη
- τροχοῖσιν, ἀλλʼ ἄσημος οὑργάτης τις ἦν.
- ὅπως δʼ ὁ πρῶτος ἡμὶν ἡμεροσκόπος
- δείκνυσι, πᾶσι θαῦμα δυσχερὲς παρῆν.
- ὁ μὲν γὰρ ἠφάνιστο, τυμβήρης μὲν οὔ,
- λεπτὴ δʼ, ἄγος φεύγοντος ὥς, ἐπῆν κόνις·
- σημεῖα δʼ οὔτε θηρὸς οὔτε του κυνῶν
- ἐλθόντος, οὐ σπάσαντος ἐξεφαίνετο.
- λόγοι δʼ ἐν ἀλλήλοισιν ἐρρόθουν κακοί,
- φύλαξ ἐλέγχων φύλακα, κἂν ἐγίγνετο
- πληγὴ τελευτῶσʼ, οὐδʼ ὁ κωλύσων παρῆν.
- εἷς γάρ τις ἦν ἕκαστος οὑξειργασμένος,
- κοὐδεὶς ἐναργής, ἀλλʼ ἔφευγε μὴ εἰδέναι.
- ἦμεν δʼ ἕτοιμοι καὶ μύδρους αἴρειν χεροῖν
- καὶ πῦρ διέρπειν καὶ θεοὺς ὁρκωμοτεῖν,
- τὸ μήτε δρᾶσαι μήτε τῳ ξυνειδέναι
- τὸ πρᾶγμα βουλεύσαντι μηδʼ εἰργασμένῳ.