Antigone

Sophocles

Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.

  1. σημεῖα δʼ οὔτε θηρὸς οὔτε του κυνῶν
  2. ἐλθόντος, οὐ σπάσαντος ἐξεφαίνετο.
  3. λόγοι δʼ ἐν ἀλλήλοισιν ἐρρόθουν κακοί,
  4. φύλαξ ἐλέγχων φύλακα, κἂν ἐγίγνετο
  5. πληγὴ τελευτῶσʼ, οὐδʼ ὁ κωλύσων παρῆν.
  6. εἷς γάρ τις ἦν ἕκαστος οὑξειργασμένος,
  7. κοὐδεὶς ἐναργής, ἀλλʼ ἔφευγε μὴ εἰδέναι.
  8. ἦμεν δʼ ἕτοιμοι καὶ μύδρους αἴρειν χεροῖν
  9. καὶ πῦρ διέρπειν καὶ θεοὺς ὁρκωμοτεῖν,