Antigone

Sophocles

Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.

  1. τί φής; τίς ἀνδρῶν ἦν ὁ τολμήσας τάδε;
Φύλαξ
  1. οὐκ οἶδʼ· ἐκεῖ γὰρ οὔτε του γενῇδος ἦν
  2. πλῆγμʼ, οὐ δικέλλης ἐκβολή. στύφλος δὲ γῆ
  3. καὶ χέρσος, ἀρρὼξ οὐδʼ ἐπημαξευμένη
  4. τροχοῖσιν, ἀλλʼ ἄσημος οὑργάτης τις ἦν.
  5. ὅπως δʼ ὁ πρῶτος ἡμὶν ἡμεροσκόπος
  6. δείκνυσι, πᾶσι θαῦμα δυσχερὲς παρῆν.
  7. ὁ μὲν γὰρ ἠφάνιστο, τυμβήρης μὲν οὔ,
  8. λεπτὴ δʼ, ἄγος φεύγοντος ὥς, ἐπῆν κόνις·