Antigone

Sophocles

Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.

  1. πρᾶγμʼ οὔτʼ ἔδρασʼ οὔτʼ εἶδον ὅστις ἦν ὁ δρῶν,
  2. οὐδʼ ἂν δικαίως ἐς κακὸν πέσοιμί τι.
Κρέων
  1. εὖ γε στοχάζει κἀποφάργνυσαι κύκλῳ
  2. τὸ πρᾶγμα· δηλοῖς δʼ ὥς τι σημανῶν νέον.
Φύλαξ
  1. τὰ δεινὰ γάρ τοι προστίθησʼ ὄκνον πολύν.
Κρέων
  1. οὔκουν ἐρεῖς ποτʼ, εἶτʼ ἀπαλλαχθεὶς ἄπει;
Φύλαξ
  1. καὶ δὴ λέγω σοι. τὸν νεκρόν τις ἀρτίως
  2. θάψας βέβηκε κἀπὶ χρωτὶ διψίαν
  3. κόνιν παλύνας κἀφαγιστεύσας ἃ χρή·