Antigone
Sophocles
Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.
- ἄλλου παρʼ ἀνδρός; πῶς σὺ δῆτʼ οὐκ ἀλγύνει;
- τοιαῦθʼ ἑλίσσων ἤνυτον σχολῇ βραδύς.
- χοὔτως ὁδὸς βραχεῖα γίγνεται μακρά.
- τέλος γε μέντοι δεῦρʼ ἐνίκησεν μολεῖν
- σοί. κεἰ τὸ μηδὲν ἐξερῶ, φράσω δʼ ὅμως·
- τῆς ἐλπίδος γὰρ ἔρχομαι δεδραγμένος,
- τὸ μὴ παθεῖν ἂν ἄλλο πλὴν τὸ μόρσιμον.
- τί δʼ ἐστὶν ἀνθʼ οὗ τήνδʼ ἔχεις ἀθυμίαν;
- φράσαι θέλω σοι πρῶτα τἀμαυτοῦ· τὸ γὰρ