Antigone
Sophocles
Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.
- ὦ κοινὸν αὐτάδελφον Ἰσμήνης κάρα,
- ἆρʼ οἶσθʼ ὅ τι Ζεὺς τῶν ἀπʼ Οἰδίπου κακῶν
- ὁποῖον οὐχὶ νῷν ἔτι ζώσαιν τελεῖ;
- οὐδὲν γὰρ οὔτʼ ἀλγεινὸν οὔτʼ ἄτης ἄτερ
- οὔτʼ αἰσχρὸν οὔτʼ ἄτιμόν ἐσθʼ, ὁποῖον οὐ
- τῶν σῶν τε κἀμῶν οὐκ ὄπωπʼ ἐγὼ κακῶν.
- καὶ νῦν τί τοῦτʼ αὖ φασι πανδήμῳ πόλει
- κήρυγμα θεῖναι τὸν στρατηγὸν ἀρτίως;
- ἔχεις τι κεἰσήκουσας; ἤ σε λανθάνει
- πρὸς τοὺς φίλους στείχοντα τῶν ἐχθρῶν κακά;
- ἐμοὶ μὲν οὐδεὶς μῦθος, Ἀντιγόνη, φίλων
- οὔθʼ ἡδὺς οὔτʼ ἀλγεινὸς ἵκετʼ ἐξ ὅτου
- δυοῖν ἀδελφοῖν ἐστερήθημεν δύο,
- μιᾷ θανόντοιν ἡμέρᾳ διπλῇ χερί·
- ἐπεὶ δὲ φροῦδός ἐστιν Ἀργείων στρατὸς
- ἐν νυκτὶ τῇ νῦν, οὐδὲν οἶδʼ ὑπέρτερον,
- οὔτʼ εὐτυχοῦσα μᾶλλον οὔτʼ ἀτωμένη.
- ᾔδη καλῶς, καί σʼ ἐκτὸς αὐλείων πυλῶν
- τοῦδʼ οὕνεκʼ ἐξέπεμπον, ὡς μόνη κλύοις.
- τί δʼ ἔστι; δηλοῖς γάρ τι καλχαίνουσʼ ἔπος.