Antigone

Sophocles

Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.

  1. τοῦτον πόλει τῇδʼ ἐκκεκήρυκται τάφῳ
  2. μήτε κτερίζειν μήτε κωκῦσαί τινα,
  3. ἐᾶν δʼ ἄθαπτον καὶ πρὸς οἰωνῶν δέμας
  4. καὶ πρὸς κυνῶν ἐδεστὸν αἰκισθέν τʼ ἰδεῖν.
  5. τοιόνδʼ ἐμὸν φρόνημα, κοὔποτʼ ἔκ γʼ ἐμοῦ
  6. τιμὴν προέξουσʼ οἱ κακοὶ τῶν ἐνδίκων·
  7. ἀλλʼ ὅστις εὔνους τῇδε τῇ πόλει, θανὼν
  8. καὶ ζῶν ὁμοίως ἐξ ἐμοῦ τιμήσεται.
Χορός
  1. σοὶ ταῦτʼ ἀρέσκει, παῖ Μενοικέως Κρέον,