Antigone
Sophocles
Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.
- Ἐτεοκλέα μέν, ὃς πόλεως ὑπερμαχῶν
- ὄλωλε τῆσδε, πάντʼ ἀριστεύσας δόρει,
- τάφῳ τε κρύψαι καὶ τὰ πάντʼ ἀφαγνίσαι
- ἃ τοῖς ἀρίστοις ἔρχεται κάτω νεκροῖς.
- τὸν δʼ αὖ ξύναιμον τοῦδε, Πολυνείκη λέγω,
- ὃς γῆν πατρῴαν καὶ θεοὺς τοὺς ἐγγενεῖς
- φυγὰς κατελθὼν ἠθέλησε μὲν πυρὶ
- πρῆσαι κατʼ ἄκρας, ἠθέλησε δʼ αἵματος
- κοινοῦ πάσασθαι, τοὺς δὲ δουλώσας ἄγειν,