Antigone

Sophocles

Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.

  1. τὸν τῇδε δύσνουν κἀς τὸν εὐμενῆ πόλει·
  2. νόμῳ δὲ χρῆσθαι παντί που πάρεστί σοι
  3. καὶ τῶν θανόντων χὠπόσοι ζῶμεν πέρι.
Κρέων
  1. ὡς ἂν σκοποὶ νῦν εἶτε τῶν εἰρημένων.
Χορός
  1. νεωτέρῳ τῳ τοῦτο βαστάζειν πρόθες.
Κρέων
  1. ἀλλʼ εἴσʼ ἕτοιμοι τοῦ νεκροῦ γʼ ἐπίσκοποι.
Χορός
  1. τί δῆτʼ ἂν ἄλλο τοῦτʼ ἐπεντέλλοις ἔτι;
Κρέων
  1. τὸ μὴ ʼπιχωρεῖν τοῖς ἀπιστοῦσιν τάδε.
Χορός
  1. οὔκ ἔστιν οὕτω μῶρος ὃς θανεῖν ἐρᾷ.