Antigone

Sophocles

Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.

  1. τοῦτʼ αὖθις, ἡνίκʼ Οἰδίπους ὤρθου πόλιν,
  2. κἀπεὶ διώλετʼ, ἀμφὶ τοὺς κείνων ἔτι
  3. παῖδας μένοντας ἐμπέδοις φρονήμασιν.
  4. ὅτʼ οὖν ἐκεῖνοι πρὸς διπλῆς μοίρας μίαν
  5. καθʼ ἡμέραν ὤλοντο παίσαντές τε καὶ
  6. πληγέντες αὐτόχειρι σὺν μιάσματι,
  7. ἐγὼ κράτη δὴ πάντα καὶ θρόνους ἔχω
  8. γένους κατʼ ἀγχιστεῖα τῶν ὀλωλότων.
  9. ἀμήχανον δὲ παντὸς ἀνδρὸς ἐκμαθεῖν