Antigone
Sophocles
Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.
- χωρεῖ, τίνα δὴ μῆτιν ἐρέσσων,
- ὅτι σύγκλητον τήνδε γερόντων
- προὔθετο λέσχην,
- κοινῷ κηρύγματι πέμψας;
- ἄνδρες, τὰ μὲν δὴ πόλεος ἀσφαλῶς θεοὶ
- πολλῷ σάλῳ σείσαντες ὤρθωσαν πάλιν.
- ὑμᾶς δʼ ἐγὼ πομποῖσιν ἐκ πάντων δίχα
- ἔστειλʼ ἱκέσθαι τοῦτο μὲν τὰ Λαΐου
- σέβοντας εἰδὼς εὖ θρόνων ἀεὶ κράτη,