Antigone

Sophocles

Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.

  1. ψυχήν τε καὶ φρόνημα καὶ γνώμην, πρὶν ἂν
  2. ἀρχαῖς τε καὶ νόμοισιν ἐντριβὴς φανῇ.
  3. ἐμοὶ γὰρ ὅστις πᾶσαν εὐθύνων πόλιν
  4. μὴ τῶν ἀρίστων ἅπτεται βουλευμάτων,
  5. ἀλλʼ ἐκ φόβου του γλῶσσαν ἐγκλῄσας ἔχει,
  6. κάκιστος εἶναι νῦν τε καὶ πάλαι δοκεῖ·
  7. καὶ μεῖζον ὅστις ἀντὶ τῆς αὑτοῦ πάτρας
  8. φίλον νομίζει, τοῦτον οὐδαμοῦ λέγω.
  9. ἐγὼ γάρ, ἴστω Ζεὺς ὁ πάνθʼ ὁρῶν ἀεί,