Antigone

Sophocles

Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.

  1. ὦ δέσποθʼ, ὡς ἔχων τε καὶ κεκτημένος,
  2. τὰ μὲν πρὸ χειρῶν τάδε φέρων, τὰ δʼ ἐν δόμοις
  3. ἔοικας ἥκειν καὶ τάχʼ ὄψεσθαι κακά.
Κρέων
  1. τί δʼ ἔστιν αὖ κάκιον ἐκ κακῶν ἔτι;
Ἐξάγγελος
  1. γυνὴ τέθνηκε, τοῦδε παμμήτωρ νεκροῦ,
  2. δύστηνος, ἄρτι νεοτόμοισι πλήγμασιν.
Κρέων
  1. ἰώ.
  2. ἰὼ δυσκάθαρτος Ἅιδου λιμήν,
  3. τί μʼ ἄρα τί μʼ ὀλέκεις;
  4. ὦ κακάγγελτά μοι
  5. προπέμψας ἄχη, τίνα θροεῖς λόγον;
  6. αἰαῖ, ὀλωλότʼ ἄνδρʼ ἐπεξειργάσω.
  7. τί φής, παῖ; τίνʼ αὖ λέγεις μοι νέον,
  8. αἰαῖ αἰαῖ,
  9. σφάγιον ἐπʼ ὀλέθρῳ
  10. γυναικεῖον ἀμφικεῖσθαι μόρον;
Χορός
  1. ὁρᾶν πάρεστιν· οὐ γὰρ ἐν μυχοῖς ἔτι.