Antigone
Sophocles
Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.
- οἴμοι,
- κακὸν τόδʼ ἄλλο δεύτερον βλέπω τάλας.
- τίς ἄρα, τίς με πότμος ἔτι περιμένει;
- ἔχω μὲν ἐν χείρεσσιν ἀρτίως τέκνον,
- τάλας, τὸν δʼ ἔναντα προσβλέπω νεκρόν.
- φεῦ φεῦ μᾶτερ ἀθλία, φεῦ τέκνον.
- ἡ δʼ ὀξυθήκτῳ βωμία περὶ ξίφει
- λύει κελαινὰ βλέφαρα, κωκύσασα μὲν
- τοῦ πρὶν θανόντος Μεγαρέως κλεινὸν λάχος,
- αὖθις δὲ τοῦδε, λοίσθιον δὲ σοὶ κακὰς
- πράξεις ἐφυμνήσασα τῷ παιδοκτόνῳ.
- αἰαῖ αἰαῖ,
- ἀνέπταν φόβῳ. τί μʼ οὐκ ἀνταίαν
- ἔπαισέν τις ἀμφιθήκτῳ ξίφει;
- δείλαιος ἐγώ, αἰαῖ,
- δειλαίᾳ δὲ συγκέκραμαι δύᾳ.
- ὡς αἰτίαν γε τῶνδε κἀκείνων ἔχων