Antigone

Sophocles

Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.

  1. ἰὼ
  2. φρενῶν δυσφρόνων ἁμαρτήματα
  3. στερεὰ θανατόεντʼ,
  4. ὦ κτανόντας τε καὶ
  5. θανόντας βλέποντες ἐμφυλίους.
  6. ὤμοι ἐμῶν ἄνολβα βουλευμάτων.
  7. ἰὼ παῖ, νέος νέῳ ξὺν μόρῳ
  8. αἰαῖ αἰαῖ,
  9. ἔθανες, ἀπελύθης
  10. ἐμαῖς οὐδὲ σαῖσι δυσβουλίαις.
Χορός
  1. οἴμʼ ὡς ἔοικας ὀψὲ τὴν δίκην ἰδεῖν.
Κρέων
  1. οἴμοι,
  2. ἔχω μαθὼν δείλαιος· ἐν δʼ ἐμῷ κάρᾳ
  3. θεὸς τότʼ ἄρα τότε μέγα βάρος μʼ ἔχων
  4. ἔπαισεν, ἐν δʼ ἔσεισεν ἀγρίαις ὁδοῖς,
  5. οἴμοι, λακπάτητον ἀντρέπων χαράν.
  6. φεῦ φεῦ, ὦ πόνοι βροτῶν δύσπονοι.