Antigone

Sophocles

Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.

  1. ἔχω μαθὼν δείλαιος· ἐν δʼ ἐμῷ κάρᾳ
  2. θεὸς τότʼ ἄρα τότε μέγα βάρος μʼ ἔχων
  3. ἔπαισεν, ἐν δʼ ἔσεισεν ἀγρίαις ὁδοῖς,
  4. οἴμοι, λακπάτητον ἀντρέπων χαράν.
  5. φεῦ φεῦ, ὦ πόνοι βροτῶν δύσπονοι.
Ἐξάγγελος
  1. ὦ δέσποθʼ, ὡς ἔχων τε καὶ κεκτημένος,
  2. τὰ μὲν πρὸ χειρῶν τάδε φέρων, τὰ δʼ ἐν δόμοις
  3. ἔοικας ἥκειν καὶ τάχʼ ὄψεσθαι κακά.
Κρέων
  1. τί δʼ ἔστιν αὖ κάκιον ἐκ κακῶν ἔτι;
Ἐξάγγελος
  1. γυνὴ τέθνηκε, τοῦδε παμμήτωρ νεκροῦ,
  2. δύστηνος, ἄρτι νεοτόμοισι πλήγμασιν.
Κρέων
  1. ἰώ.
  2. ἰὼ δυσκάθαρτος Ἅιδου λιμήν,
  3. τί μʼ ἄρα τί μʼ ὀλέκεις;
  4. ὦ κακάγγελτά μοι
  5. προπέμψας ἄχη, τίνα θροεῖς λόγον;