Antigone
Sophocles
Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.
- καὶ μὴν ὅδʼ ἄναξ αὐτὸς ἐφήκει
- μνῆμʼ ἐπίσημον διὰ χειρὸς ἔχων,
- εἰ θέμις εἰπεῖν, οὐκ ἀλλοτρίαν
- ἄτην, ἀλλʼ αὐτὸς ἁμαρτών.
- ἰὼ
- φρενῶν δυσφρόνων ἁμαρτήματα
- στερεὰ θανατόεντʼ,
- ὦ κτανόντας τε καὶ
- θανόντας βλέποντες ἐμφυλίους.
- ὤμοι ἐμῶν ἄνολβα βουλευμάτων.
- ἰὼ παῖ, νέος νέῳ ξὺν μόρῳ
- αἰαῖ αἰαῖ,
- ἔθανες, ἀπελύθης
- ἐμαῖς οὐδὲ σαῖσι δυσβουλίαις.
- οἴμʼ ὡς ἔοικας ὀψὲ τὴν δίκην ἰδεῖν.
- οἴμοι,