Antigone

Sophocles

Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.

  1. αἰαῖ, ὀλωλότʼ ἄνδρʼ ἐπεξειργάσω.
  2. τί φής, παῖ; τίνʼ αὖ λέγεις μοι νέον,
  3. αἰαῖ αἰαῖ,
  4. σφάγιον ἐπʼ ὀλέθρῳ
  5. γυναικεῖον ἀμφικεῖσθαι μόρον;
Χορός
  1. ὁρᾶν πάρεστιν· οὐ γὰρ ἐν μυχοῖς ἔτι.
Κρέων
  1. οἴμοι,
  2. κακὸν τόδʼ ἄλλο δεύτερον βλέπω τάλας.
  3. τίς ἄρα, τίς με πότμος ἔτι περιμένει;
  4. ἔχω μὲν ἐν χείρεσσιν ἀρτίως τέκνον,
  5. τάλας, τὸν δʼ ἔναντα προσβλέπω νεκρόν.
  6. φεῦ φεῦ μᾶτερ ἀθλία, φεῦ τέκνον.
Ἐξάγγελος
  1. ἡ δʼ ὀξυθήκτῳ βωμία περὶ ξίφει
  2. λύει κελαινὰ βλέφαρα, κωκύσασα μὲν
  3. τοῦ πρὶν θανόντος Μεγαρέως κλεινὸν λάχος,
  4. αὖθις δὲ τοῦδε, λοίσθιον δὲ σοὶ κακὰς