Antigone
Sophocles
Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.
- τί τοῦτʼ ἂν εἰκάσειας; ἡ γυνὴ πάλιν
- φρούδη, πρὶν εἰπεῖν ἐσθλὸν ἢ κακὸν λόγον.
- καὐτὸς τεθάμβηκʼ· ἐλπίσιν δὲ βόσκομαι
- ἄχη τέκνου κλύουσαν ἐς πόλιν γόους
- οὐκ ἀξιώσειν, ἀλλʼ ὑπὸ στέγης ἔσω
- δμωαῖς προθήσειν πένθος οἰκεῖον στένειν.
- γνώμης γὰρ οὐκ ἄπειρος, ὥσθʼ ἁμαρτάνειν.
- οὐκ οἶδʼ· ἐμοὶ δʼ οὖν ἥ τʼ ἄγαν σιγὴ βαρὺ
- δοκεῖ προσεῖναι χἠ μάτην πολλὴ βοή.
- ἀλλʼ εἰσόμεσθα, μή τι καὶ κατάσχετον
- κρυφῇ καλύπτει καρδίᾳ θυμουμένῃ,
- δόμους παραστείχοντες· εὖ γὰρ οὖν λέγεις.
- καὶ τῆς ἄγαν γάρ ἐστί που σιγῆς βάρος.
- καὶ μὴν ὅδʼ ἄναξ αὐτὸς ἐφήκει
- μνῆμʼ ἐπίσημον διὰ χειρὸς ἔχων,
- εἰ θέμις εἰπεῖν, οὐκ ἀλλοτρίαν
- ἄτην, ἀλλʼ αὐτὸς ἁμαρτών.