Antigone

Sophocles

Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.

  1. τέλη λαχὼν δείλαιος εἰν Ἅιδου δόμοις,
  2. δείξας ἐν ἀνθρώποισι τὴν ἀβουλίαν
  3. ὅσῳ μέγιστον ἀνδρὶ πρόσκειται κακόν.
Χορός
  1. τί τοῦτʼ ἂν εἰκάσειας; ἡ γυνὴ πάλιν
  2. φρούδη, πρὶν εἰπεῖν ἐσθλὸν ἢ κακὸν λόγον.
Ἄγγελος
  1. καὐτὸς τεθάμβηκʼ· ἐλπίσιν δὲ βόσκομαι
  2. ἄχη τέκνου κλύουσαν ἐς πόλιν γόους
  3. οὐκ ἀξιώσειν, ἀλλʼ ὑπὸ στέγης ἔσω
  4. δμωαῖς προθήσειν πένθος οἰκεῖον στένειν.
  5. γνώμης γὰρ οὐκ ἄπειρος, ὥσθʼ ἁμαρτάνειν.
Χορός
  1. οὐκ οἶδʼ· ἐμοὶ δʼ οὖν ἥ τʼ ἄγαν σιγὴ βαρὺ
  2. δοκεῖ προσεῖναι χἠ μάτην πολλὴ βοή.
Ἄγγελος
  1. ἀλλʼ εἰσόμεσθα, μή τι καὶ κατάσχετον
  2. κρυφῇ καλύπτει καρδίᾳ θυμουμένῃ,
  3. δόμους παραστείχοντες· εὖ γὰρ οὖν λέγεις.
  4. καὶ τῆς ἄγαν γάρ ἐστί που σιγῆς βάρος.