Antigone

Sophocles

Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.

  1. καὶ πατρὸς ἔργα καὶ τὸ δύστηνον λέχος.
  2. ὁ δʼ ὡς ὁρᾷ σφε, στυγνὸν οἰμώξας ἔσω
  3. χωρεῖ πρὸς αὐτὸν κἀνακωκύσας καλεῖ·
  4. ὦ τλῆμον, οἷον ἔργον εἴργασαι· τίνα
  5. νοῦν ἔσχες; ἐν τῷ συμφορᾶς διεφθάρης;
  6. ἔξελθε, τέκνον, ἱκέσιός σε λίσσομαι.
  7. τὸν δʼ ἀγρίοις ὄσσοισι παπτήνας ὁ παῖς,
  8. πτύσας προσώπῳ κοὐδὲν ἀντειπών, ξίφους
  9. ἕλκει διπλοῦς κνώδοντας. ἐκ δʼ ὁρμωμένου
  10. πατρὸς φυγαῖσιν ἤμπλακʼ· εἶθʼ ὁ δύσμορος
  11. αὑτῷ χολωθείς, ὥσπερ εἶχʼ, ἐπενταθεὶς
  12. ἤρεισε πλευραῖς μέσσον ἔγχος, ἐς δʼ ὑγρὸν
  13. ἀγκῶνʼ ἔτʼ ἔμφρων παρθένῳ προσπτύσσεται.
  14. καὶ φυσιῶν ὀξεῖαν ἐκβάλλει ῥοὴν
  15. λευκῇ παρειᾷ φοινίου σταλάγματος.
  16. κεῖται δὲ νεκρὸς περὶ νεκρῷ, τὰ νυμφικὰ