Antigone
Sophocles
Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.
- καὶ φυσιῶν ὀξεῖαν ἐκβάλλει ῥοὴν
- λευκῇ παρειᾷ φοινίου σταλάγματος.
- κεῖται δὲ νεκρὸς περὶ νεκρῷ, τὰ νυμφικὰ
- τέλη λαχὼν δείλαιος εἰν Ἅιδου δόμοις,
- δείξας ἐν ἀνθρώποισι τὴν ἀβουλίαν
- ὅσῳ μέγιστον ἀνδρὶ πρόσκειται κακόν.
- τί τοῦτʼ ἂν εἰκάσειας; ἡ γυνὴ πάλιν
- φρούδη, πρὶν εἰπεῖν ἐσθλὸν ἢ κακὸν λόγον.
- καὐτὸς τεθάμβηκʼ· ἐλπίσιν δὲ βόσκομαι