Antigone

Sophocles

Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.

  1. νοῦν ἔσχες; ἐν τῷ συμφορᾶς διεφθάρης;
  2. ἔξελθε, τέκνον, ἱκέσιός σε λίσσομαι.
  3. τὸν δʼ ἀγρίοις ὄσσοισι παπτήνας ὁ παῖς,
  4. πτύσας προσώπῳ κοὐδὲν ἀντειπών, ξίφους
  5. ἕλκει διπλοῦς κνώδοντας. ἐκ δʼ ὁρμωμένου
  6. πατρὸς φυγαῖσιν ἤμπλακʼ· εἶθʼ ὁ δύσμορος
  7. αὑτῷ χολωθείς, ὥσπερ εἶχʼ, ἐπενταθεὶς
  8. ἤρεισε πλευραῖς μέσσον ἔγχος, ἐς δʼ ὑγρὸν
  9. ἀγκῶνʼ ἔτʼ ἔμφρων παρθένῳ προσπτύσσεται.