Antigone

Sophocles

Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.

  1. ἄχη τέκνου κλύουσαν ἐς πόλιν γόους
  2. οὐκ ἀξιώσειν, ἀλλʼ ὑπὸ στέγης ἔσω
  3. δμωαῖς προθήσειν πένθος οἰκεῖον στένειν.
  4. γνώμης γὰρ οὐκ ἄπειρος, ὥσθʼ ἁμαρτάνειν.
Χορός
  1. οὐκ οἶδʼ· ἐμοὶ δʼ οὖν ἥ τʼ ἄγαν σιγὴ βαρὺ
  2. δοκεῖ προσεῖναι χἠ μάτην πολλὴ βοή.
Ἄγγελος
  1. ἀλλʼ εἰσόμεσθα, μή τι καὶ κατάσχετον
  2. κρυφῇ καλύπτει καρδίᾳ θυμουμένῃ,
  3. δόμους παραστείχοντες· εὖ γὰρ οὖν λέγεις.